Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.251 Joseph. AJ 10.256 (English) >>Joseph. AJ 10.261

10.254

δὲ βασιλεὺς οὐ συνιδὼν τὴν κακουργίαν οὐδʼ ἐπὶ τὸν Δανίηλον ταῦτα κατεσκευασμένους ὑπονοήσας ἀρέσκεσθαι τοῖς ὑπʼ αὐτῶν ἔφη δεδογμένοις, καὶ κυρώσειν τὴν προαίρεσιν αὐτῶν ἐπαγγελλόμενος προτίθησι πρόγραμμα δηλοῦν τῷ πλήθει τὰ δόξαντα τοῖς σατράπαις. 10.255καὶ οἱ μὲν ἄλλοι πάντες φυλαττόμενοι τὰ προστεταγμένα μὴ παραβῆναι ἠρέμουν, Δανιήλῳ δὲ φροντὶς οὐδʼ ἡτισοῦν τούτων ἦν, ἀλλʼ ὡς ἔθος εἶχεν ἱστάμενος ηὔχετο τῷ θεῷ πάντων ὁρώντων. 10.256οἱ δὲ σατράπαι τῆς ἀφορμῆς αὐτοῖς ἣν ἐσπούδαζον λαβεῖν ἐπὶ τὸν Δανίηλον παραφανείσης εὐθὺς ἧκον πρὸς τὸν βασιλέα καὶ κατηγόρουν ὡς παραβαίνοντος μόνου τοῦ Δανιήλου τὰ προστεταγμένα· μηδενὸς γὰρ τῶν ἄλλων τολμῶντος προσεύχεσθαι τοῖς θεοῖς, καὶ τοῦτʼ οὐ διʼ ἀσέβειαν, ἀλλὰ διὰ φυλακὴν καὶ διατήρησιν ὑπὸ τοῦ φθόνου· 10.257ἀπὸ γὰρ μείζονος ἧς προσεδόκων εὐνοίας τοῦτο ποιεῖν τὸν Δαρεῖον ὑπολαμβάνοντες, ὡς καὶ καταφρονήσαντι τῶν ἐκείνου προσταγμάτων συγγνώμην ἑτοίμως νέμειν, καὶ αὐτὸ τοῦτο βασκαίνοντες τῷ Δανιήλῳ, οὔτε μετεβάλλοντο πρὸς τὸ ἡμερώτερον, ῥίπτειν δʼ αὐτὸν ἠξίουν κατὰ τὸν νόμον εἰς τὸν λάκκον τῶν λεόντων. 10.258ἐλπίσας δʼ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα· καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, διʼ ὅλης δʼ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.251 Joseph. AJ 10.256 (English) >>Joseph. AJ 10.261

Powered by PhiloLogic